ΦΩΝΗ ΚΥΡΙΟΥ.ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ (Ματθ. α΄ 1-25) 22 Δεκεμβρίου 2024.

Ἡ γέννηση τοῦ Θεανθρώπου
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, Υἱοῦ Δαυΐδ, Υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε
τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ
τοὺς ἀδελφοὺς αὐτοῦ· Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς
δὲ ἐγέννησε τὸν Ἐσρώμ· Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ·
Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέν-
νησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ· Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ· Ὠβὴδ δὲ ἐγέννησε
τὸν Ἰεσσαί· Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν
Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου· Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ. Ῥοβοὰμ δὲ ἐγέννησε
τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά· Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε
τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν· Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ
ἐγέννησε τὸν Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν· Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ·
Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών. Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν· Ἰωσίας δὲ ἐγέννησε τὸν
Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικε-
σίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ·
Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέν-
νησε τὸν Ἀζώρ· Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ· Ἀχεὶμ δὲ
ἐγέννησε τὸν Ἐλιούδ· Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν·
Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς
ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυΐδ, γε-
νεαὶ δεκατέσσαρες καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες·
καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ
Χριστοῦ ἡ Γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ,
πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ
αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι
αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, Ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ, λέγων·
Ἰωσήφ, υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεν-
νηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·
αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα
πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἰδού, ἡ Παρθένος ἐν γα-
στρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευ-
όμενον, Μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέ-
ταξεν αὐτῷ ὁ Ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν,
ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Ο ΘΕΟΣ ΜΑΖΙ ΜΑΣ
Δέν μπορεῖ κανείς νά προσεγγίσει τήν ἑορτή τῶν Χριστουγέννων ἄν
δέν ἀλλάξει νοῦ, ἄν δέν παύσει νά βλέπει τά πράγματα ἀπό τήν στενή
καί φτωχή προοπτική τοῦ ἀρρωστημένου ἀπό τόν ἐγωισμό ἀνθρώπου,
γιά νά τά δεῖ μέσα στήν ἄπειρη προοπτική τοῦ Θεοῦ.
Ὅ,τι ὅμως συντελεῖται στήν Βηθλεέμ δέν εἶναι μιά ρομαντική ἱστο-
ρία συμβολικοῦ περιεχομένου, ἱκανή γιά νά τρέφει τήν φαντασία τῶν μι-
κρῶν παιδιῶν, ἀλλά ἕνα πραγματικό καί ἱστορικό γεγονός. Τό Βρέφος
τῆς Βηθλεέμ εἶναι ὁ Ἄνθρωπος τῆς ὀδύνης, κατά τήν ἔκφραση τοῦ
Προφήτου. Γιά πρώτη φορά στήν ἱστορική πορεία τοῦ ἀνθρώπου ἀποκα-
λύπτεται μέσα στό σπήλαιο τό μυστήριο τοῦ Σαρκωμένου Θεοῦ, ὡς μυ-
στήριο ἀγάπης, ἐλευθερίας καί ἀνακαινίσεως, μυστήριο πατρικῆς ἀγά-
πης πού προσφέρεται στόν ἄνθρωπο οἰκειοθελῶς. «Ἰδού, ἡ Παρθένος
θά γεννήσει υἱό καί θά Τόν ὀνομάσουν Ἐμμανουήλ, πού σημαίνει, ὁ Θε-
ός εἶναι μαζί μας» (Ματθ. 1,23).
Τά σωτήρια τοῦ κόσμου
Ἡ ἑορτή τῶν Χριστουγέννων, πού ἀποτελεῖ ὡς γεγονός «σεισμόν
γῆς», κατά τήν χαρακτηριστική ἔκφραση τοῦ ἁγίου Γρηγορίου τοῦ Θε-
ολόγου, εἶναι τό κεντρικό μυστήριο ὅλης τῆς θείας Οἰκονομίας. Ἔτσι
ἐξηγεῖται, γιατί τά Χριστούγεννα ἑορτάζονται καί πανηγυρίζονται σάν
«τά σωτήρια τοῦ κόσμου, ἡ γενέθλιος ἡμέρα τῆς ἀνθρωπότητος, ἡ κοι-
νή ἑορτή πάσης τῆς κτίσεως» (Μ. Βασίλειος). Ἐπειδή, ὁ «ἐπιδημήσας
Λόγος τοῦ Θεοῦ ἐκένωσεν ἑαυτόν, ἵνα τῷ κενώματι αὐτοῦ πληρωθῇ ὁ
κόσμος». Ὁ Θεός γίνεται τέλειος καί ἀληθινός ἄνθρωπος, «ἄνθρωπος
ἐν πληγῇ», «ἐν δούλου μορφῇ», χωρίς νά παύσει νά εἶναι τέλειος καί
ἀληθινός Θεός, γιά νά κάνει τόν ἄνθρωπο πλήρη καί τέλειο υἱό τοῦ Θε-
οῦ καί Θεό κατά χάριν.Χριστός καί ἄνθρωπος
Στίς ἡμέρες μας, πολλοί ἀγωνίζονται γιά τήν αὐτονομία καί τήν ἐλευ-
θερία τοῦ ἀνθρώπου ἀνεξάρτητα ἀπό τόν Θεάνθρωπο Χριστό. Ὁ ἄνθρω-
πος ὅμως χωρίς Χριστό, ἀρνεῖται οὐσιαστικά τόν ἑαυτό του καί ἐρημώ-
νει τήν ὕπαρξή του ἀπό τήν αὐθεντική ἀνθρώπινη φύση του, βλάπτει καί-
ρια καί ζημιώνει τόν ἑαυτό του, πάσχει καί ὑποδουλώνεται τραγικά στήν
ἁμαρτία, τήν φθορά καί τόν θάνατο, στίς ἀπέλπιδες καταστάσεις καί τόν
μηδενισμό.
Ἑορτάζοντας τό μεγαλύτερο γεγονός ὅλων τῶν ἐποχῶν καί ὅλων
τῶν αἰώνων, τήν κατά σάρκα Γέννηση τοῦ Χριστοῦ μας, τοῦ Υἱοῦ καί Λό-
γου τοῦ Θεοῦ, καί ὑπακούοντας στόν λόγο Του καί τό παράδειγμά Του,
– ἄς συμφιλιωθοῦμε μέ τόν Θεό,
– ἄς ἀπελευθερώσουμε τό μυαλό μας ἀπό τήν δουλεία σέ μιά διδασκα-
λία πού ἀγνοεῖ τόν Θεό ὡς τέλειο Θεό καί τέλειο ἄνθρωπο,
– ἄς μάθουμε ὅτι γνωρίζουμε τόν Θεό, καλλιεργώντας μιά σχέση καί ὄχι
κατανοώντας ἕνα νόημα,
– ἄς ξαναζήσουμε τήν προτεραιότητα τῆς ζωῆς καί ὄχι τῆς ἐπιβίωσης,
– ἄς σπάσουμε τόν κλοιό τῆς φιλαυτίας μας,
– ἄς ἀνακαλύψουμε μέσα στό σκοτάδι τοῦ ἑαυτοῦ μας τό πρόσωπο τοῦ
συνανθρώπου μας καί ἄς τό ψηλαφίσουμε μέ κατανόηση καί συμπά-
θεια. Καί τίς ὧρες τῆς ἀδυναμίας μας ἄς μήν ξεχνᾶμε νά παίρνουμε
μαζί μας τόν Χριστό, τήν πηγή τῆς ζωῆς, τήν ἴδια τήν Ζωή, τήν Χαρά
καί τήν Ἐλπίδα μας.
† Ὁ Φ. Ἀ.